Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 3: 19-22
Τῷ
καιρῷ ἐκείνῳ, ῾Ηρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπὸ ᾿Ιωάννου περὶ ῾Ηρῳδιάδος τῆς
γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ ῾Ηρῴδης, προσέθηκε
καὶ τοῦτο ἐπὶ πᾶσι, καὶ κατέκλεισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. ᾿Εγένετο δὲ ἐν τῷ
βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ ᾿Ιησοῦ βαπτισθέντος, καὶ προσευχομένου ἀνεῳχθῆναι
τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ῞Αγιον σωματικῷ εἴδει, ὡσεὶ περιστερὰν,
ἐπ᾿ αὐτόν· καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, λέγουσαν· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός,
ἐν σοὶ ηὐδόκησα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου