Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 8: 1-3
Τῷ
καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ ᾿Ιησοῦς κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος
τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ οἱ Δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκες τινες, αἳ ἦσαν
τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν· Μαρία ἡ καλουμένη Μαγδαληνή,
ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ ᾿Ιωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου ῾Ηρῴδου, καὶ
Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου