Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 8: 16-21
Εἶπεν
ὁ Κύριος· Οὐδεὶς, λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν,
ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι
κρυπτὸν, ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται, καὶ εἰς
φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν
μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ Μήτηρ
καὶ οἱ ἀδελφοί αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλη
αὐτῷ, λεγόντων· Ἡ Μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.
Ὁ δὲ ἀποκριθεὶς, εἶπε πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου, οὗτοί εἰσιν, οἱ τὸν
λόγον τοῦ Θεοῦ ἀκούοντες, καὶ ποιοῦντες αὐτόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου