Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 11:22-26, Ματθαίον
7:7-8
Εἶπεν
ὁ Κύριος· Ἔχετε πίστιν Θεοῦ· Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι,
καὶ βλήθητι εἰς τὴν θάλασσαν· καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ
ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. Διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν
προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Καὶ ὅταν στήκητε
προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε·
κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει,
καὶ τῷ κρούοντι ἀνοιγήσεαι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου