Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 15:1-15
Τῷ
καιρῷ ἐκείνῳ, συμβούλιον εποίησαν οἱ Ἀρχιερεῖς
μετὰ τῶν Πρεσβυτέρων καὶ Γραμματέων καὶ ὅλον τὸ συνέδριον κατὰ τοῦ ᾿Ιησοῦ· καὶ
δήσαντες αὐτὸν, ἀπήνεγκαν, καὶ παρέδωκαν τῷ Πιλάτῳ. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος·
Σὺ εἶ ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων; Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτῷ· Σὺ λέγεις. Καὶ
κατηγόρουν αὐτοῦ οἱ Ἀρχιερεῖς πολλά. Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν, λέγων· Οὐκ
ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. Ὁ δὲ ᾿Ιησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη,
ὥστε θαυμάζειν τὸν Πιλᾶτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅν περ ᾐτοῦντο.
Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵ τινες ἐν τῇ στάσει
φόνον πεποιήκεισαν. Καὶ ἀναβοήσας ὁ ὄχλος, ἤρξατο αἰτεῖσθαι, καθὼς ἀεὶ ἐποίει αὐτοῖς.
Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς, λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν ᾿Ιουδαίων;
(ἐγίνωσκε γὰρ, ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ Ἀρχιερεῖς.) Οἱ δὲ Ἀρχιερεῖς
ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. Ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς,
πάλιν εἶπεν αὐτοῖς· Τί οὖν θέλετε ποιήσω, ὃν λέγετε τὸν Βασιλέα τῶν ᾿Ιουδαίων;
Οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ κακόν ἐποίησε;
Οἱ δὲ περισσοτέρως ἔκραξαν· Σταύρωσον αὐτόν. Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ
ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν ᾿Ιησοῦν φραγελλώσας,
ἵνα σταυρωθῇ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου