Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 18: 15-17, 26-30
Τῷ
καιρῷ ἐκείνῳ, Προσέφερον τῷ ᾿Ιησοῦ τὰ
βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ Μαθηταὶ ἐπετίμησαν αὐτοῖς· ὁ δὲ ᾿Ιησοῦς
προσκαλεσάμενος αὐτὰ, εἶπεν· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά·
τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν
βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Λεγουσιν αὐτῷ οἱ Μαθηταὶ
αὐτοῦ· Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε·
τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστι. εἶπε δὲ ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς
ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδείς
ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφοὺς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τῆς
βασιλείας τοῦ Θεοῦ, ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ
αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου