Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 10:46
Τῷ
καιρῷ ἐκείνῳ, ἐκπορευομένου τοῦ ᾿Ιησοῦ ἀπὸ
᾿Ιεριχὼ, καὶ τῶν Μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτιμαῖος ὁ τυφλὸς, ἐκάθητο παρὰ
τὴν ὁδὸν προσαιτῶν, καὶ ἀκούσας ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν
καὶ λέγειν· Ὁ Υἱὸς Δαυΐδ, ᾿Ιησοῦ, ἐλέησόν
με. Καὶ ἐπετίμων αὐτῷ πολλοὶ, ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυΐδ,
ἐλέησόν με. Καὶ στὰς ὁ ᾿Ιησοῦς, εἶπε· αὐτόν φωνηθῆναι. Καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες
αὐτῷ· Θάρσει, ἔγειραι· φωνεῖ σε. Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰς ἦλθε πρὸς
τὸν ᾿Ιησοῦν. Καὶ ἀποκριθεὶς, λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Τί σοι θέλεις ποιήσω; Ὁ δὲ
τυφλὸς εἶπεν αὐτῷ· Ῥαββουνί, ἵνα ἀναβλέψω.
Ὁ δὲ ῎Ιησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. Καὶ εὐθέως ἀνέβλεψε,
καὶ ἠκολούθει τῷ ᾿Ιησοῦ ἐν τῇ ὁδῷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου