Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 19: 45-48
Τῷ
καιρῷ ἐκείνῳ, εἰσελθὼν ὁ ᾿Ιησοῦς εἰς τὸ Ἱερὸν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν
αὐτῷ καὶ ἀγοράζοντας, λέγων αὐτοῖς· Γέγραπται ὅτι ὁ οἶκός μου, οἶκος προσευχῆς ἐστιν·
ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον ληστῶν. Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ·
οἱ δὲ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου