Τετάρτη 5 Δεκεμβρίου 2018

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Θ΄ ΕΒΔΟΜΑΔΟΣ


Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 14: 1, 12-15
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων Σαββάτῳ, φαγεῖν ἄρτον. Καὶ ἔλεγε τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μή ποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γενήσεταί σοι ἀνταπόδομα. Ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. ᾿Ακούσας δέ τις τῶν συνανακειμένων ταῦτα, εἶπεν αὐτῷ· Μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου