Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 9: 10-15
Τῷ
καιρῷ ἐκείνῳ, ἐκράτησαν οἱ Μαθηταὶ τὸν λόγον τοῦ ᾿Ιησοῦς πρὸς ἑαυτοὺς, συζητοῦντες
τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. Καὶ ἐπηρώτων αὐτὸν, λέγοντες, ὅτι λέγουσιν οἱ
Γραμματεῖς, ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· ᾿Ηλίας
μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα· καί πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου,
ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ; Ἀλλὰ λέγω ὑμῖν, ὅτι καὶ ᾿Ηλίας ἐλήλυθε, καὶ ἐποίησαν
αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾿ αὐτόν. Καὶ ἐλθὼν πρὸς τοὺς Μαθητὰς, εἶδεν
ὄχλον πολὺν περὶ αὐτούς, καὶ Γραμματεῖς, συζητοῦντας αὐτοῖς. Καὶ εὐθέως πᾶς ὁ ὄχλος
ἰδόντες αὐτὸν, ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου