Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 8: 41-56
Τῷ
καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ, ᾧ ὄνομα ᾿Ιάειρος, καὶ αὐτὸς ἄρχων
τῆς Συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν
εἰς τὸν οἶκον αὐτοῦ· ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν.
᾿Εν δὲ τῷ ὑπάγειν αὐτὸν, οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος
ἀπὸ ἐτῶν δώδεκα, ἥτις, ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον, οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς
θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ
παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ ᾿Ιησοῦς· Τίς ὁ ἁψάμενός
μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι
συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις Τίς ὁ ἁψάμενός μου; Ὁ δὲ ᾿Ιησοῦς εἶπεν·
Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι
οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ, ἀπήγγειλεν
αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ,
ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. ῎Ετι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις
παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ· ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν
Διδάσκαλον. Ὁ δὲ ᾿Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, λέγων· Μὴ φοβοῦ· μόνον πίστευε,
καὶ σωθήσεται. Εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα, εἰ μὴ Πέτρον
καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην καὶ τὸν πατέρα
τῆς παιδὸς καὶ τὴν μητέρα. Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· Μὴ
κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων· Ἡ παῖς,
ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ
δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς, μηδενὶ
εἰπεῖν τὸ γεγονός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου