Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 21: 28-33
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἀνακύψατε, καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει
ἡ ἀπολύτρωσις ὑμῶν. Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα.
Ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε, ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν.
Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία
τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται. Ὁ
οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου