Σάββατο 8 Δεκεμβρίου 2018

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ ΙΕ΄ ΕΒΔΟΜΑΔΟΣ


Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 11: 27-33
Τῷ καιρῷ ἐκείνῳ,  ἦλθεν ὁ ᾿Ιησοῦς πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ Ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς καὶ οἱ Πρεσβύτεροι, καὶ λέγουσιν αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν, ἵνα ταῦτα ποιῇς; Ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς, εἶπεν αὐτοῖς· Ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τὸ βάπτισμα ᾿Ιωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. Καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ἀλλ᾿ ἐὰν εἴπωμεν· Ἐξ ἀνθρώπων; ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν ᾿Ιωάννην ὅτι ὄντως προφήτης ἦν. Καὶ ἀποκριθέντες, λέγουσι τῷ ᾿Ιησοῦ· Οὐκ οἴδαμεν. Καὶ ὁ ᾿Ιησοῦς ἀποκριθεὶς, λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου