Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 19: 11-16
Εἶπεν
ὁ Κύριος· Ὅς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν·
καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς, καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται. Καὶ προσέφερον
αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ Μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. Ἰδὼν δὲ
ὁ ᾿Ιησοῦς ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ
κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν
μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Καὶ ἐναγκαλισάμενος
αὐτὰ κατηυλόγει, τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου