Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 11: 22-26
Εἶπεν
ὁ Κύριος· Ἔχετε πίστιν Θεοῦ. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· ἄρθητι,
καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσει
ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. Διὰ τοῦτο λέγω ὑμῖν· πάντα ὅσα ἂν
προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Καὶ ὅταν στήκητε
προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς
ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει
τὰ παραπτώματα ὑμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου