Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 16: 10-15
Εἶπεν
ὁ Κύριος· Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος,
καὶ ἐν πολλῷ ἄδικός ἐστιν. Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾶ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν
τίς ὑμῖν πιστεύσει; Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ, πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς
ὑμῖν δώσει; Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει,
καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε
Θεῷ δουλεύειν καὶ μαμωνᾷ. ῎Ηκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες,
καὶ ἐξεμυκτήριζον αὐτόν. Καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον
τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν
βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου