Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 18:18-27
Τῷ
καιρῷ ἐκείνῳ, ἄνθρωπος τις προσῆλθε τῷ ᾿Ιησοῦ, πειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε
ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· Τί με λέγεις
ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς· μὴ
φονεύσῃς· μὴ κλέψῃς· μὴ ψευδομαρτυρήσῃς· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα
σου. Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς
εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις
θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο·
ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· πῶς
δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον
γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν
τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε·
Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου