Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 11: 14-23
Τῷ
καιρῷ ἐκείνῳ, ἦν ὁ ᾿Ιησοῦς ἐκβάλλων δαιμόνιον,
καὶ αὐτὸ ἦν κωφόν. Ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμαζαν
οἱ ὄχλοι. Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει
τὰ δαιμόνια. Ἕτεροι δὲ πειράζοντες, σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. Αὐτὸς
δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα, εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα,
ἐρημοῦται· καὶ οἶκος ἐπὶ οἶκον πίπτει· εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη,
πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβούλ ἐκβάλλειν με τὰ δαιμόνια.
Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; Διὰ
τοῦτο, κριταὶ αὐτοὶ ὑμῶν ἔσονται. Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα
ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ
αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ· ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν
νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει, ἐφ᾿ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ
διαδίδωσιν. Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ, κατ᾿ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ,
σκορπίζει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου