Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 7: 15-21
Τῷ
καιρῷ ἐκείνῳ, ἦν ὁ ᾿Ιησοῦς ἐν μιᾷ τῶν πόλεων,
καὶ ἰδοὺ, ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν ᾿Ιησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη
αὐτοῦ, λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο
αὐτοῦ εἰπών· Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ. Καὶ αὐτὸς
παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ Ἱερεῖ, καὶ προσένεγκε
περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. Διήρχετο
δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι
ὑπ᾿ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν. Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις, καὶ
προσευχόμενος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου