Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 7: 31-35
Εἶπεν
ὁ Κύριος· Τίνι ὁμοιώσω τοὺς ἀνθρώπους τῆς
γενεᾶς ταύτης; καὶ τίνι εἰσὶν ὅμοιοι; Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις,
καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν
ὑμῖν, καὶ οὐκ ἐκλαύσατε. Ἐλήλυθε γὰρ ᾿Ιωάννης ὁ Βαπτιστὴς μήτε ἄρτον ἐσθίων, μήτε
οἶνον πίνων· καὶ λέγετε· Δαιμόνιον ἔχει. Ἐλήλυθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ
πίνων· καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου