Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 5: 27-32
Τῷ
καιρῷ ἐκείνῳ, παράγων ὁ ᾿Ιησοῦς ἐθεάσατο
τελώνην, ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει
μοι. Καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐποίησε δοχὴν μεγάλην ὁ
Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν πολὺς, καί ἄλλων, οἳ ἦσαν
μετ᾿ αὐτῶν κατακείμενοι. Καὶ ἐγόγγυζον οἱ Γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς
τοὺς Μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπε πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ,
ἀλλ᾿ οἱ κακῶς ἔχοντες· Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς, εἰς μετάνοιαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου