Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 14: 1-11
Τῷ
καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων
Σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. Καὶ ἰδοὺ, ἄνθρωπός
τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπε πρὸς τοὺς
Νομικοὺς καὶ Φαρισαίους, λέγων· Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν; Οἱ δὲ ἡσύχασαν.
Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν, καὶ ἀπέλυσε. Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε· Τίνος
ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ
τοῦ Σαββάτου; Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα. ῎Ελεγε δὲ πρὸς τοὺς
κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μή ποτε ἐντιμότερός
σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ
τόπον· καὶ τότε ἄρξῃ μετ᾿ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. Ἀλλ᾿ ὅταν κληθῇς,
πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε εἴπῃ σοι·
Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι.
Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου