Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 4: 31-36
Τῷ
καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς Καπερναοὺμ, πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων
αὐτοὺς ἐν τοῖς Σάββασι. Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ὅτι ἐν ἐξουσίᾳ ἦν
ὁ λόγος αὐτοῦ. Καὶ ἐν τῇ Συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου,
καὶ ἀνέκραξε φωνῇ μεγάλῃ, λέγων· Ἔα, τί ἡμῖν, καὶ σοί, ᾿Ιησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι
ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς λέγων·
Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον, ἐξῆλθεν
ἀπ᾿ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας· καὶ συνελάλουν πρὸς
ἀλλήλους, λέγοντες· Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς
ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται;
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου