Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 11: 9-13
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε·
κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει·
καὶ τῷ κρούοντι ἀνοιχθήσεται. Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ
λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος, ὄφιν ἐπιδώσει αὐτῷ; ἢ καὶ ἐὰν
αἰτήσῃ ᾠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον; Εἰ οὖν ὑμεῖς πονηροί ὑπάρχοντες, οἴδατε
δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ ἐξ οὐρανοῦ, δώσει
Πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου