Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 6: 12-19
Τῷ
καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ ᾿Ιησοῦς εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν
τῇ προσευχῇ τοῦ Θεοῦ. Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς Μαθητὰς αὐτοῦ· καὶ
ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ Ἀποστόλους ὠνόμασε· Σίμωνα, ὃν καὶ ὠνόμασε
Πέτρον, καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, Φίλιππον καὶ
Βαρθολομαῖον, Ματθαῖον καὶ Θωμᾶν, ᾿Ιάκωβον, τὸν τοῦ ᾿Αλφαίου, καὶ Σίμωνα τὸν
καλούμενον Ζηλωτήν, ᾿Ιούδαν ᾿Ιακώβου καὶ ᾿Ιούδαν ᾿Ισκαριώτην, ὃς καὶ ἐγένετο
προδότης· καὶ καταβὰς μετ᾿ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος μαθητῶν αὐτοῦ,
καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ, καὶ τῆς παραλίου
Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ
οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων· καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει
ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου