Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 7: 1-10
Τῷ
καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς Καπερναούμ. ῾Εκατοντάρχου δέ τινος δοῦλος
κακῶς ἔχων, ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. Ἀκούσας δὲ περὶ τοῦ ᾿Ιησοῦ, ἀπέστειλε
πρὸς αὐτὸν, πρεσβυτέρους τῶν ᾿Ιουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον
αὐτοῦ. Οἱ δὲ παραγενόμενοι πρὸς τὸν ᾿Ιησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες·
Ὅτι ἄξιός ἐστιν, ᾧ παρέξει τοῦτο. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν Συναγωγὴν αὐτὸς
ᾠκοδόμησεν ἡμῖν. Ὁ δὲ ᾿Ιησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος
ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ Ἑκατόνταρχος φίλους, λέγων αὐτῷ· Κύριε, μὴ
σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς, ἵνα ὑπὸ τὴν στέγην εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα
πρός σέ ἐλθεῖν· ἀλλ᾿ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός
εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι,
καὶ πορεύεται· καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο,
καὶ ποιεῖ. Ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς, ἐθαύμασεν αὐτόν· καὶ στραφεὶς, τῷ ἀκολουθοῦντι
αὐτῷ ὄχλῳ εἶπε· Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. Καὶ ὑποστρέψαντες
οἱ πεμφθέντες εἰς τὸν οἶκον, εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου