Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 18: 10-14
Εἶπεν
ὁ Κύριος τήν παραβολήν ταύτην· Ἂνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι·
ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος Τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα
προσηύχετο· Ὁ Θεός εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες,
ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ Τελώνης. Νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα
ὅσα κτῶμαι. Καὶ ὁ Τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν
οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεός, ἱλάσθητί μοι τῷ
ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος.
Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν. ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου