Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 9: 44-50
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους·
ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. Οἱ δὲ ἠγνόουν
τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾿ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο
ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς
ἂν εἴη μείζων αὐτῶν. Ὁ δὲ ᾿Ιησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος
παιδίου, ἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ· καὶ εἶπεν αὐτοῖς· Ὅς ἐὰν δέξηται τοῦτο τὸ
παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά
με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας. ᾿Αποκριθεὶς δὲ ὁ ᾿Ιωάννης
εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια· καὶ ἐκωλύσαμεν
αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. Καὶ εἶπε πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς· Μὴ κωλύετε· ὃς
γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου