Ἐκ τοῦ κατὰ Λουκᾶν..
Κεφ. 3: 23-28, 4:1
Τῷ
καιρῷ ἐκείνῳ, ἦν ὁ ᾿Ιησοῦς ὡσεὶ ἐτῶν τριάκοντα
ἀρχόμενος, ὤν (ὡς ἐνομίζετο) υἱὸς ᾿Ιωσήφ
τοῦ Ἠλί, τοῦ Ματθάν, τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ ᾿Ιωαννᾶ, τοῦ ᾿Ιωσήφ, τοῦ Ματταθίου,
τοῦ ᾿Αμώς, τοῦ Ναούμ, τοῦ ᾿Εσλίμ, τοῦ Ναγγαί, τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεῦ,
τοῦ ᾿Ιωσήχ, τοῦ ᾿Ιωδᾶ, τοῦ ᾿Ιωαννάν, τοῦ ῾Ρησᾶ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ
Νηρί, τοῦ Μελχί, τοῦ ᾿Αδδί, τοῦ Κωσάμ, τοῦ ᾿Ελμωδάμ, τοῦ ῎Ηρ, τοῦ ᾿Ιωσῆ, τοῦ ᾿Ελιέζερ,
τοῦ ᾿Ιωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ, τοῦ Συμεών, τοῦ ᾿Ιούδα, τοῦ ᾿Ιωσήφ, τοῦ ᾿Ιωνᾶ,
τοῦ ᾿Ελιακείμ, τοῦ Μελεᾶ, τοῦ Μαΐνάν, τοῦ Ματταθᾶ, τοῦ Νάθαν, τοῦ Δαυΐδ, τοῦ ᾿Ιεσσαί,
τοῦ ᾿Ωβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, τοῦ ᾿Αμιναδάβ, τοῦ ᾿Αράμ, τοῦ ᾿Ιωράμ,
τοῦ ᾿Εσρώμ, τοῦ Φαρές, τοῦ ᾿Ιούδα, τοῦ ᾿Ιακώβ, τοῦ ᾿Ισαάκ, τοῦ ᾿Αβραάμ, τοῦ Θάρα,
τοῦ Ναχώρ, τοῦ Σερούχ, τοῦ ῾Ραγαῦ, τοῦ Φάλεκ, τοῦ ῎Εβερ, τοῦ Σαλᾶ, τοῦ Καΐνάν,
τοῦ ᾿Αρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Μαθουσάλα, τοῦ ᾿Ενώχ, τοῦ ᾿Ιάρεδ,
τοῦ Μαλελεήλ, τοῦ Καΐνάν, τοῦ ᾿Ενώς, τοῦ Σήθ, τοῦ ᾿Αδάμ, τοῦ Θεοῦ. ᾿Ιησοῦς δὲ
Πνεύματος ῾Αγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ ᾿Ιορδάνου· καὶ ἤγετο ἐν τῷ Πνεύματι
εἰς τὴν ἔρημον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου